Strabo, Geography

LCL 50: 198-199

Go To Section
Go To Section
Tools

Strabo

δ᾿ ὑπέρκειται τῆς Οὐιέννης τὸ Λούγδουνον, ἐφ᾿ οὗ συμμίσγουσιν ἀλλήλοις ὅ τε Ἄραρ καὶ ὁ Ῥοδανός· στάδιοι δ᾿ εἰσὶν ἐπ᾿ αὐτὸ πεζῇ μὲν περὶ διακοσίους διὰ τῆς Ἀλλοβρίγων, ἀνάπλῳ δὲ μικρῷ πλείους. Ἀλλόβριγες δὲ μυριάσι πολλαῖς πρότερον μὲν ἐστράτευον, νῦν δὲ γεωργοῦσι τὰ πεδία καὶ τοὺς αὐλῶνας τοὺς ἐν ταῖς Ἄλπεσι, καὶ οἱ μὲν ἄλλοι κωμηδὸν ζῶσιν, οἱ δ᾿ ἐπιφανέστατοι τὴν Οὐίενναν ἔχοντες, κώμην πρότερον οὖσαν, μητρόπολιν δ᾿ ὅμως τοῦ ἔθνους λεγομένην, κατεσκευάκασι πόλιν. ἵδρυται δ᾿ ἐπὶ τῷ Ῥοδανῷ. φέρεται δ᾿ ἀπὸ1 τῶν Ἄλπεων οὗτος πολὺς καὶ σφοδρός, ὅς γε καὶ διὰ λίμνης ἐξιὼν τῆς Λημέννης2 φανερὸν δείκνυσι τὸ ῥεῖθρον ἐπὶ πολλοὺς σταδίους. κατελθὼν δὲ εἰς τὰ πεδία τῆς χώρας τῆς Ἀλλοβρίγων καὶ Σηγοσιαυῶν3 συμβάλλει τῷ Ἄραρι κατὰ Λούγδουνον πόλιν τῶν Σηγοσιαυῶν.3 ῥεῖ δὲ καὶ ὁ Ἄραρ ἐκ τῶν Ἄλπεων, ὁρίζων Σηκοανούς τε καὶ Αἰδούους καὶ Λίγγονας4 παραλαβὼν δ᾿ ὕστερον τὸν Δοῦβιν ἐκ τῶν αὐτῶν ὀρῶν φερόμενον πλωτόν, ἐπικρατήσας τῷ ὀνόματι καὶ γενόμενος ἐξ ἀμφοῖν Ἄραρ συμμίσγει τῷ Ῥοδανῷ. πάλιν δ᾿ ἐπικρατήσας ὁ Ῥοδανὸς εἰς τὴν Οὐίενναν φέρεται. συμβαίνει δὴ κατ᾿ ἀρχὰς μὲν τοὺς τρεῖς ποταμοὺς φέρεσθαι πρὸς ἄρκτον, εἶτα πρὸς δύσιν· εἰς ἓν δ᾿ ἤδη συμπεσὸν5 ῥεῖθρον πάλιν ἄλλην

198

Geography Book IV

stadia. Near Vienna, and beyond it, is situated Lugdunum, at which the Arar and the Rhodanus mingle with one another; and the distance to Lugdunum1 in stadia is, if you go by foot through the territory of the Allobroges, about two hundred, but if by voyage up the river, slightly more than that. Formerly the Allobroges kept up warfare with many myriads of men, whereas now they till the plains and the glens that are in the Alps, and all of them live in villages, except that the most notable of them, inhabitants of Vienna (formerly a village, but called, nevertheless, the “metropolis” of the tribe), have built it up into a city. It is situated on the Rhodanus. This river runs from the Alps in great volume and impetuosity—since on its way out, while passing through the Lemenna Lake, its stream is clearly visible for many stadia. And after coming down into the plains of the country of the Allobroges and Segusiavi, it meets the Arar at Lugdunum, a city of the Segusiavi. The Arar, too, flows from the Alps, since it separates the Sequani from the Aedui and the Lingones; then, later, taking on the waters of the Dubis—a navigable river that runs from the same mountains—it prevails over the Dubis with its name, and though made up of both mingles with the Rhodanus as the “Arar.” And, in its turn, the Rhodanus prevails, and runs to Vienna. So the result is, that at first the three rivers run northwards, and then westwards; and then, immediately after they have joined together into one

199
DOI: 10.4159/DLCL.strabo-geography.1917