Tools

The Histories of Polybius

II. Res Siciliae

2. Ὅτι μετὰ τὴν ἐπιβουλὴν τὴν κατὰ Ἱερωνύμου τοῦ βασιλέως Συρακοσίων, ἐκχωρήσαντος τοῦ Θράσωνος, οἱ περὶ τὸν Ζώιππον καὶ Ἀδρανόδωρον πείθουσι τὸν Ἱερώνυμον εὐθέως πρεσβευτὰς πρὸς τὸν Ἀννίβαν 2πέμψαι. προχειρισάμενος δὲ Πολύκλειτον <τὸν> Κυρηναῖον καὶ Φιλόδημον τὸν Ἀργεῖον, τούτους μὲν εἰς Ἰταλίαν ἀπέστειλε, δοὺς ἐντολὰς λαλεῖν ὑπὲρ κοινοπραγίας τοῖς Καρχηδονίοις, ἅμα δὲ καὶ τοὺς 3ἀδελφοὺς εἰς Ἀλεξάνδρειαν ἀπέπεμψεν. Ἀννίβας δὲ τοὺς περὶ Πολύκλειτον καὶ Φιλόδμηον ἀποδεξάμενος φιλανθρώπως, καὶ πολλὰς ἐλπίδας ὑπογράψας τῷ μειρακίῳ [Ἱερωνύμῳ], σπουδῇ πάλιν ἀπέπεμψε τοὺς πρέσβεις, σὺν δὲ τούτοις Ἀννίβαν τὸν Καρχηδόνιον, ὄντα τότε τριήραρχον, καὶ τοὺς Συρακοσίους Ἱπποκράτην καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν νεώτερον Ἐπικύδην. 4συνέβαινε δὲ τούτους τοὺς ἄνδρας καὶ πλείω χρόνον ἤδη στρατεύεσθαι μετ᾿ Ἀννίβου, πολιτευομένους παρὰ Καρχηδονίοις διὰ τὸ φεύγειν αὐτῶν τὸν πάππον ἐκ Συρακουσῶν δόξαντα προσενηνοχέναι τὰς 5χεῖρας ἑνὶ τῶν Ἀγαθοκλέους υἱῶν Ἀγαθάρχῳ. παραγενομένων δὲ τούτων εἰς τὰς Συρακούσας, καὶ τῶν μὲν περὶ Πολύκλειτον ἀποπρεσβευσάντων, τοῦ δὲ Καρχηδονίου διαλεχθέντος κατὰ τὰς ὑπ᾿ Ἀννίβου δεδομένας ἐντολάς, εὐθέως ἕτοιμος ἦν κοινωνεῖν Καρχηδονίοις 6τῶν πραγμάτων· καὶ τόν τε παραγεγονότα πρὸς αὑτὸν Ἀννίβαν ἔφη δεῖν πορεύεσθαι κατὰ τάχος εἰς τὴν

448

Book VII

II. Affairs of Sicily

Hieronymus of Syracuse

2. After the plot against King Hieronymus5 of Syracuse, Thraso having been removed, Zoïppus and Adranodorus persuaded Hieronymus to send an embassy at once to Hannibal. Appointing Polycleitus of Cyrene and Philodemus of Argos he dispatched them to Italy with orders to discuss a joint plan of action with the Carthaginians. At the same time he sent his brothers to Alexandria. Hannibal gave a courteous reception to Polycleitus and Philodemus, held out many hopes to the youthful king, and sent the ambassadors back without delay accompanied by the Carthaginian Hannibal, who was then commander of the triremes, and the Syracusans, Hippocrates and his younger brother Epicydes. These two brothers6 had been serving for some time under Hannibal, having adopted Carthage as their country, since their grandfather had been exiled because he was thought to have assassinated Agatharchus,7 one of the sons of Agathocles. On their arrival at Syracuse Polycleitus and his colleague having presented their report, and the Carthaginian having spoken as Hannibal had directed, the king at once showed a disposition to side with the Carthaginians. He said that this Hannibal who had come to him must proceed at once to Carthage, and he

449
DOI: 10.4159/DLCL.polybius-histories.2010