Polybius, The Histories

LCL 128: 262-263

Go To Section
Go To Section
Tools

The Histories of Polybius

ΙΣΤΟΡΙΩΝ ΔΕΥΤΕΡΑ

1. Ἐν μὲν τῇ πρὸ ταύτης βύβλῳ διεσαφήσαμεν πότε Ῥωμαῖοι συστησάμενοι τὰ κατὰ τὴν Ἰταλίαν τοῖς ἐκτὸς ἐγχειρεῖν ἤρξαντο πράγμασιν, ἐπὶ δὲ τούτοις πῶς εἰς Σικελίαν διέβησαν καὶ δι᾿ ἃς αἰτίας τὸν περὶ τῆς προειρημένης νήσου συνεστήσαντο πόλεμον 2πρὸς Καρχηδονίους, μετὰ δὲ ταῦτα πότε πρῶτον συνίστασθαι ναυτικὰς ἤρξαντο δυνάμεις, καὶ τὰ συμβάντα κατὰ τὸν πόλεμον ἑκατέροις ἕως τοῦ τέλους, ἐν ᾧ Καρχηδόνιοι μὲν ἐξεχώρησαν πάσης Σικελίας, Ῥωμαῖοι δ᾿ ἐπεκράτησαν τῆς ὅλης νήσου πλὴν τῶν ὑφ᾿ Ἱέρωνα ταττομένων μερῶν. ἑξῆς δὲ τούτοις ἐπεβαλόμεθα 3λέγειν πῶς στασιάσαντες οἱ μισθοφόροι πρὸς τοὺς Καρχηδονίους τὸν προσαγορευθέντα Λιβυκὸν πόλεμον ἐξέκαυσαν, καὶ τὰ συμβάντα κατὰ τοῦτον ἀσεβήματα μέχρι τίνος προύβη καὶ τίνα διέξοδον ἔλαβε τὰ παράλογα τῶν ἔργων, ἕως τοῦ τέλους καὶ 4τῆς Καρχηδονίων ἐπικρατείας. νυνὶ δὲ τὰ συνεχῆ τούτοις πειρασόμεθα δηλοῦν κεφαλαιωδῶς ἑκάστων ἐπιψαύοντες κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.

5Καρχηδόνιοι γὰρ ὡς θᾶττον κατεστήσαντο τὰ κατὰ τὴν Λιβύην, εὐθέως Ἀμίλκαν ἐξαπέστελλον

262

Book II

Book II

1. In the preceding book I stated in the first place at what date the Romans having subjected Italy began to concern themselves in enterprises outside the peninsula; next I narrated how they crossed to Sicily and what were their reasons for undertaking the war with Carthage for the possession of that island. After relating when and how they first built naval forces, I pursued the history of the war on both sides until its end, at which the Carthaginians evacuated all Sicily, and the Romans aquired the whole island except the parts which were Hiero’s dominions. In the next place I set myself to describe how the mercenaries mutinied against Carthage and set ablaze the so-called Libyan war; I described all the terrible atrocities committed in this war, all its dramatic surprises, and their issues, until it ended in the final triumph of Carthage. I will now attempt to give a summary view, according to my original project, of the events immediately following.

The Carthaginians, as soon as they had set the affairs of238 b.c. Libya in order, dispatched Hamilcar to the land of Spain

263
DOI: 10.4159/DLCL.polybius-histories.2010