Tools

Plutarch's Moralia

ΣΥΝΑΓΩΓΗ ΙΣΤΟΡΙΩΝ ΠΑΡΑΛΛΗΛΩΝ ΕΛΛΗΝΙΚΩΝ ΚΑΙ ΡΩΜΑΙΚΩΝ

305Τὰς ἀρχαίας ἱστορίας διὰ τὰ παράδοξα τῆς πράξεως οἱ πλεῖστοι νομίζουσι πλάσματα καὶ μύθους Bτυγχάνειν· εὑρὼν δ᾿ ἐγὼ καὶ ἐν τοῖς νῦν χρόνοις γεγονότα ὅμοια, τὰ ἐν τοῖς Ῥωμαϊκοῖς καιροῖς συμβεβηκότα ἐξελεξάμην, καὶ ἑκάστῳ πράγματι ἀρχαίῳ νεωτέραν ὁμοίαν διήγησιν ὑπέταξα, ἀναγράψας καὶ τοὺς ἱστορήσαντας ἄνδρας.

1. ΔΑΤΙΣ ὁ Περσῶν σατράπης μετὰ τριάκοντα μυριάδων εἰς Μαραθῶνα παραγενόμενος, πεδίον τῆς Ἀττικῆς, καὶ στρατοπεδευσάμενος πόλεμον τοῖς ἐγχωρίοις κατήγγειλεν· Ἀθηναῖοι δὲ τοῦ βαρβαρικοῦ πλήθους καταφρονήσαντες ἐνακισχιλίους ἔπεμψαν, στρατηγοὺς ποιήσαντες Κυνέγειρον Πολύζηλον CΚαλλίμαχον Μιλτιάδην. συμβληθείσης δὲ τῆς παρατάξεως, Πολύζηλος μὲν ὑπεράνθρωπον1 φαντασίαν θεασάμενος τὴν ὅρασιν ἀπέβαλε καὶ τυφλὸς ἐγένετο2· Καλλίμαχος δὲ πολλοῖς περιπεπαρμένος δόρασι καὶ νεκρὸς ἐστάθη· Κυνέγειρος δὲ Περσικὴν ἀναγομένην ναῦν κατασχὼν3 ἐχειροκοπήθη.

256

Parallel Stories

Greek and Roman Parallel Stories

The greater part of mankind think that tales of ancient events are inventions and myths because of the incredible elements which they contain. But since I have discovered that similar events have happened in this modern era, I have singled out crises of Roman history; and, to parallel each ancient happening, I have subjoined a more modern instance. I have also recorded my authorities.

1. Datis, the Persian satrap, came to Marathon, a plain of Attica, with an army of three hundred thousand, encamped there, and declared war on the inhabitants of the country. The Athenians, however, contemning the barbarian host, sent out nine thousand men, and appointed as generals Cynegeirus, Polyzelus, Callimachus, and Miltiades. When this force had engaged the enemy, Polyzelus, having seen a supernatural vision, lost his sight, and became blind. Callimachus was pierced with so many spears that, dead though he was, he stood uprighta; and Cynegeirus, seizing hold of a Persian ship that was putting out to sea, had his hand chopped off.b

257
DOI: 10.4159/DLCL.plutarch-moralia_greek_roman_parallel_stories.1936