Plato
φθίνει τε καὶ διόλλυται. ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεύς, ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται, διακοσμῶν πάντα καὶ ἐπιμελούμενος· 247τῷ δ᾿ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων, κατὰ ἕνδεκα μέρη κεκοσμημένη· μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη· τῶν δὲ ἄλλων ὅσοι ἐν τῷ τῶν δώδεκα ἀριθμῷ τεταγμένοι θεοὶ ἄρχοντες ἡγοῦνται κατὰ τάξιν ἣν ἕκαστος ἐτάχθη. πολλαὶ μὲν οὖν καὶ μακάριαι θέαι τε καὶ διέξοδοι ἐντὸς οὐρανοῦ, ἃς θεῶν γένος εὐδαιμόνων1 ἐπιστρέφεται, πράττων ἕκαστος αὐτῶν τὸ αὑτοῦ, ἕπεται δὲ ὁ ἀεὶ ἐθέλων τε καὶ δυνάμενος· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται· ὅταν δὲ δὴ πρὸς δαῖτα καὶ ἐπὶ θοίνην Bἴωσιν, ἄκραν ὑπὸ τὴν ὑπουράνιον ἁψῖδα πορεύονται2 πρὸς ἄναντες· ᾗ δὴ3 τὰ μὲν θεῶν ὀχήματα ἰσορρόπως εὐήνια ὄντα ῥᾳδίως πορεύεται, τὰ δὲ ἄλλα μόγις· βρίθει γὰρ ὁ τῆς κάκης ἵππος μετέχων, ἐπὶ τὴν γῆν ῥέπων τε καὶ βαρύνων, ᾧ μὴ καλῶς ᾖ τεθραμμένος τῶν ἡνιόχων· ἔνθα δὴ πόνος τε καὶ ἀγὼν ἔσχατος ψυχῇ πρόκειται. αἱ μὲν γὰρ ἀθάνατοι καλούμεναι, ἡνίκ᾿ ἂν πρὸς ἄκρῳ Cγένωνται, ἔξω πορευθεῖσαι ἔστησαν ἐπὶ τῷ τοῦ οὐρανοῦ νώτῳ, στάσας δὲ αὐτὰς περιάγει ἡ περιφορά, αἱ δὲ θεωροῦσι τὰ ἔξω τοῦ οὐρανοῦ.
27. Τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησέ πω τῶν τῇδε ποιητὴς οὔτε ποτὲ ὑμνήσει κατ᾿ ἀξίαν, ἔχει δὲ ὧδε. τολμητέον γὰρ οὖν τό γε ἀληθὲς εἰπεῖν, ἄλλως τε καὶ περὶ ἀληθείας λέγοντα. ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος
Phaedrus
evil, they are wasted away and destroyed. Now the great leader in heaven, Zeus, driving a winged chariot, goes first, arranging all things and caring for all things. He is followed by an army of gods and spirits, arrayed in eleven squadrons; Hestia alone remains in the house of the gods. Of the rest, those who are included among the twelve great gods and are accounted leaders, are assigned each to his place in the army. There are many blessed sights and many ways hither and thither within the heaven, along which the blessed gods go to and fro attending each to his own duties; and whoever wishes, and is able, follows, for jealousy is excluded from the celestial band. But when they go to a feast and a banquet, they proceed steeply upward to the top of the vault of heaven, where the chariots of the gods, whose well matched horses obey the rein, advance easily, but the others with difficulty; for the horse of evil nature weighs the chariot down, making it heavy and pulling toward the earth the charioteer whose horse is not well trained. There the utmost toil and struggle await the soul. For those that are called immortal, when they reach the top, pass outside and take their place on the outer surface of the heaven, and when they have taken their stand, the revolution carries them round and they behold the things outside of the heaven.
But the region above the heaven was never worthily sung by any earthly poet, nor will it ever be. It is, however, as I shall tell; for I must dare to speak the truth, especially as truth is my theme. For the colourless, formless, and intangible truly