Tools

Philo

ΠΕΡΙ ΤΗΣ ΠΡΟΣ ΤΑΠΡΟΠΑΙΔΕΥΜΑΤΑ ΣΥΝΟΔΟΥ

1 [519]I. “Σάρα δὲ ἡ γυνὴ Ἀβραὰμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. εἶπε δὲ Σάρα πρὸς Ἀβραάμ· ἰδού, συνέκλεισέ με κύριος τοῦ μὴ τίκτειν, εἴσελθε πρὸς τὴν παιδίσκην 2μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς.” τὸ Σάρας ὄνομα μεταληφθέν ἐστιν “ἀρχή μου”· φρόνησις δὲ ἡ ἐν ἐμοὶ καὶ σωφροσύνη ἡ ἐν ἐμοὶ καὶ ἡ ἐπὶ μέρους δικαιοσύνη καὶ ἑκάστη τῶν ἄλλων ἀρετῶν, ἣν περὶ ἐμὲ μόνον εἶναι συμβέβηκεν, ἀρχή ἐστιν ἐμοῦ μόνου· ἐπιστατεῖ γάρ μου καὶ ἡγεμονεύει πειθαρχεῖν ἐγνωκότος, βασιλὶς ἐκ φύσεως ὑπάρχουσα. 3 ταύτην Μωυσῆς, τὸ παραδοξότατον, καὶ στεῖραν ἀποφαίνει καὶ πολυγονωτάτην, εἴ γε τὸ πολυανθρωπότατον τῶν ἐθνῶν ἐξ αὐτῆς ὁμολογεῖ γενέσθαι. τῷ γὰρ ὄντι ἡ ἀρετὴ πρὸς μὲν τὰ φαῦλα πάντα ἐστείρωται, τῶν δὲ ἀγαθῶν εὐτοκίᾳ χρῆται τοιαύτῃ, ὡς μηδὲ μαιευτικῆς 4τέχνης—φθάνει γὰρ ἀποτίκτουσα—δεῖσθαι. τὰ μὲν οὖν ζῷα καὶ φυτὰ διαλείποντα τὸν πλείω χρόνον ἅπαξ ἢ δὶς τὸ πλεῖστον τοὺς οἰκείους δι᾿ ἐνιαυτοῦ φέρει καρπούς, καθ᾿ ὃν ἔταξεν ἀριθμὸν ἑκάστοις ἡ φύσις ἐναρμοζόμενον ταῖς ἐτησίοις

458

The Preliminary Studies

On Mating Withthe Preliminary Studies

I. “Now Sarah the wife of Abraham was not bearing1 him children, but she had an Egyptian handmaiden named Hagar, and Sarah said to Abraham, ‘Behold the Lord hath closed me that I should not bear. Go in unto my handmaid and beget children from her’” (Gen. xvi. 1, 2). Now Sarah’s name is, by interpretation,2 “sovereignty of me,” and the wisdom in me, the self-control in me, the individual righteousness and each of the other virtues whose place is confined to the “me,” are a sovereignty over me only.a That sovereignty rules and dominates me, who have willed to render obedience to it, in virtue of its natural queenship. | This ruling power Moses3 represents as at once barren and exceedingly prolific, since he acknowledges that from her sprang the most populous of nations. A startling paradox, yet true. For indeed virtue is barren as regards all that is bad, but shews herself a fruitful mother of the good; a motherhood which needs no midwifery, for she bears before the midwife comes.b Animals and plants bear4 the fruit proper to them only after considerable intervals, once or twice at most in the year, the number being determined for each by nature and adjusted

459
DOI: 10.4159/DLCL.philo_judaeus-mating_preliminary_studies.1932