Pausanias: Description of Greece
εἰκὸς καὶ οὐ Μαντινεῦσιν ἕπεται, Μαιρὰν τὴν Ἄτλαντος παρὰ σφίσι ταφῆναι. τάχα δ᾿ ἂν καὶ ἀπόγονος τῆς Ἄτλαντος Μαιρᾶς ἑτέρα Μαιρὰ ἀφίκοιτο ἐς τὴν Μαντινικήν.
8Λείπεται δὲ ἔτι τῶν ὁδῶν ἡ ἐς Ὀρχομενόν, καθ᾿ ἥντινα Ἀγχισία τε ὄρος καὶ Ἀγχίσου μνῆμά ἐστιν ὑπὸ τοῦ ὄρους τοῖς ποσίν. ὡς γὰρ δὴ ἐκομίζετο ἐς Σικελίαν ὁ Αἰνείας, ἔσχε ταῖς ναυσὶν ἐς τὴν Λακωνικήν, καὶ πόλεών τε Ἀφροδισιάδος καὶ Ἤτιδος ἐγένετο οἰκιστὴς καὶ τὸν πατέρα Ἀγχίσην κατὰ πρόφασιν δή τινα παραγενόμενον ἐς τοῦτο τὸ χωρίον καὶ αὐτόθι τοῦ βίου τῇ τελευτῇ χρησάμενον ἔθαψεν ἐνταῦθα· καὶ τὸ ὄρος τοῦτο ἀπὸ τοῦ Ἀγχίσου καλοῦσιν 9Ἀγχισίαν. τούτου δὲ συντελοῦσιν ἐς πίστιν Αἰολέων οἱ Ἴλιον ἐφ᾿ ἡμῶν ἔχοντες, οὐδαμοῦ τῆς σφετέρας ἀποφαίνοντες μνῆμα Ἀγχίσου. πρὸς δὲ τοῦ Ἀγχίσου τῷ τάφῳ ἐρείπιά ἐστιν Ἀφροδίτης ἱεροῦ, καὶ Μαντινέων ὅροι πρὸς Ὀρχομενίους καὶ ἐν ταῖς Ἀγχισίαις εἰσίν.
XIII. Ἐν δὲ τῇ χώρᾳ τῇ Ὀρχομενίων, ἐν ἀριστερᾷ τῆς ὁδοῦ τῆς ἀπὸ Ἀγχισιῶν, ἐν ὑπτίῳ τοῦ ὄρους τὸ ἱερόν ἐστι τῆς Ὑμνίας Ἀρτέμιδος· μέτεστι δὲ αὐτοῦ καὶ Μαντινεῦσι * * καὶ ἱέρειαν καὶ ἄνδρα ἱερέα. τούτοις οὐ μόνον τὰ ἐς τὰς μίξεις ἀλλὰ καὶ ἐς τὰ ἄλλο ἁγιστεύειν καθέστηκε τὸν χρόνον τοῦ βίου πάντα, καὶ οὔτε λουτρὰ οὔτε δίαιτα λοιπὴ κατὰ τὰ αὐτά σφισι καθὰ καὶ τοῖς πολλοῖς ἐστιν, οὐδὲ ἐς οἰκίαν παρίασιν ἀνδρὸς ἰδιώτου. τοιαῦτα οἶδα ἕτερα ἐνιαυτὸν καὶ οὐ πρόσω Ἐφεσίων ἐπιτηδεύοντας τοὺς τῇ Ἀρτέμιδι ἱστιάτορας τῇ Ἐφεσίᾳ γινομένους,
Arcadia, XIII.
Mantineans, are right when they say that Maera, the daughter of Atlas, was buried in their land. Perhaps, however, the Maera who came to the land of Mantineia was another, a descendant of Maera, the daughter of Atlas.
There still remains the road leading to Orchomenus, on which are Mount Anchisia and the tomb of Anchises at the foot of the mountain. For when Aeneas was voyaging to Sicily, he put in with his ships to Laconia, becoming the founder of the cities Aphrodisias and Etis; his father Anchises for some reason or other came to this place and died there, where Aeneas buried him. This mountain they call Anchisia after Anchises. The probability of this story is strengthened by the fact that the Aeolians who to-day occupy Troy nowhere point out a tomb of Anchises in their own land. Near the grave of Anchises are the ruins of a sanctuary of Aphrodite, and at Anchisiae is the boundary between Mantineia and Orchomenus.
XIII. In the territory of Orchomenus, on the left of the road from Anchisiae, there is on the slope of the mountain the sanctuary of Artemis Hymnia. The Mantineans, too, share it . . . a priestess also and a priest. It is the custom for these to live their whole lives in purity, not only sexual but in all respects, and they neither wash nor spend their lives as do ordinary people, nor do they enter the home of a private man. I know that the “entertainers” of the Ephesian Artemis live in a similar fashion, but for a year only, the