Pausanias, Description of Greece

LCL 272: 158-159

Go To Section
Go To Section
Tools

Pausanias: Description of Greece

τὴν ἑορτὴν ῥεῖν οἶνον αὐτόματον ἐκ τοῦ ἱεροῦ. εἰ πιστεύειν χρὴ ταῦτα Ἕλλησιν, ἀποδέχοιτο ἄν τις τῷ λόγῳ γε τῷ αὐτῷ καὶ ὅσα Αἰθίοπες οἱ ὑπὲρ Συήνης ἐς τοῦ ἡλίου τὴν τράπεζαν λέγουσιν.

3Ἐν ἀκροπόλει δὲ τῇ Ἠλείων ἐστὶν ἱερὸν Ἀθηνᾶς· ἐλέφαντος δὲ τὸ ἄγαλμα καὶ χρυσοῦ. εἶναι μὲν δὴ Φειδίου φασὶν αὐτήν, πεποίηται δὲ ἀλεκτρυὼν ἐπὶ τῷ κράνει, ὅτι οὗτοι προχειρότατα ἐχουσιν ἐς μάχας οἱ ἀλεκτρυόνες· δύναιτο δ᾿ ἂν καὶ Ἀθηνᾶς τῆς Ἐργάνης ἱερὸς ὁ ὄρνις νομίζεσθαι.

4Κυλλήνη δὲ σταδίους μὲν εἴκοσιν Ἤλιδος καὶ ἑκατὸν ἀφέστηκε, κεῖται δὲ τετραμμένη τε πρὸς Σικελίαν καὶ ὅρμον παρεχομένη ναυσὶν ἐπιτήδειον· ἐπίνειον δὲ οὖσα Ἠλείων ἀπὸ ἀνδρὸς Ἀρκάδος τὸ ὄνομα εἴληφε. Κυλλήνης δὲ ἐν μὲν Ἠλείων καταλόγῳ λόγον οὐδένα Ὅμηρος ἐποιήσατο, ἐν δὲ ἔπεσι τοῖς ὕστερον δεδήλωκεν ὡς πόλισμα οὖσαν καὶ τὴν Κυλλήνην ἐπίσταται·

5Πουλυδάμας δ᾿ Ὦτον Κυλλήνιον ἐξενάριξεν, Φυλείδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.

θεῶν δὲ ἱερὰ ἐν Κυλλήνῃ Ἀσκληπιοῦ, τὸ δὲ Ἀφροδίτης ἐστί· τοῦ Ἑρμοῦ δὲ τὸ ἄγαλμα, ὃν οἱ ταύτῃ περισσῶς σέβουσιν, ὀρθόν ἐστιν αἰδοῖον ἐπὶ τοῦ βάθρου.

6Ἡ δὲ Ἠλεία χώρα τά τε ἄλλα ἐστὶν ἐς καρποὺς καὶ τὴν βύσσον οὐχ ἥκιστα ἐκτρέφειν ἀγαθή. τὴν μὲν δὴ κανναβίδα καὶ λίνον καὶ τὴν βύσσον σπείρουσιν ὅσοις ἡ γῆ τρέφειν ἐστὶν

158

Elis II, XXVI.

accord from the sanctuary. If the Greeks are to be believed in these matters, one might with equal reason accept what the Aethiopians above Syene say about the table of the sun.1

On the Acropolis of the Eleans is a sanctuary of Athena. The image is of ivory and gold. They say that the goddess is the work of Pheidias. On her helmet is an image of a cock, this bird being very ready to fight. The bird might also be considered as sacred to Athena the worker.

Cyllene is one hundred and twenty stades distant from Elis; it faces Sicily and affords ships a suitable anchorage. It is the port of Elis, and received its name from a man of Arcadia. Homer does not mention Cyllene in the list of the Eleans, but in a later part of the poem1 he has shown that Cyllene was one of the towns he knew.

Pulydamas stripped Otus of Cyllene, Comrade of Phyleides and ruler of the great-souled Epeans.2

In Cyllene is a sanctuary of Asclepius, and one of Aphrodite. But the image of Heracles, most devoutly worshipped by the inhabitants, is merely the male member upright on the pedestal.

The land of Elis is fruitful, being especially suited to the growth of fine flax. Now while hemp and flax, both the ordinary and the fine variety, are

159
DOI: 10.4159/DLCL.pausanias-description_greece.1918