Pausanias: Description of Greece
ΠΑΥΣΑΝΙΟΥ ΕΛΛΑΔΟΣ ΠΕΡΙΗΓΗΣΕΩΣ
Α΄
ΑΤΤΙΚΑ
I. Τῆς ἠπείρου τῆς Ἑλληνικῆς κατὰ νήσους τὰς Κυκλάδας καὶ πέλαγος τὸ Αἰγαῖον ἄκρα Σούνιον πρόκειται γῆς τῆς Ἀττικῆς· καὶ λιμήν τε παραπλεύσαντι τὴν ἄκραν ἐστὶ καὶ ναὸς Ἀθηνᾶς Σουνιάδος ἐπὶ κορυφῇ τῆς ἄκρας. πλέοντι δὲ ἐς τὸ πρόσω Λαύριόν τέ ἐστιν, ἔνθα ποτὲ Ἀθηναίοις ἦν ἀργύρου μέταλλα, καὶ νῆσος ἔρημος οὐ μεγάλη Πατρόκλου καλουμένη· τεῖχος γὰρ ᾠκοδομήσατο ἐν αὐτῇ καὶ χάρακα ἐβάλετο Πάτροκλος, ὃς τριήρεσιν ὑπέπλει ναύαρχος Αἰγυπτίαις, ἃς Πτολεμαῖος ὁ Πτολεμαίου τοῦ Λάγου τιμωρεῖν ἔστειλεν Ἀθηναίοις, ὅτε σφίσιν Ἀντίγονος ὁ Δημητρίου στρατιᾷ τε αὐτὸς ἐσβεβληκὼς ἔφθειρε τὴν χώραν καὶ ναυσὶν ἅμα ἐκ θαλάσσης κατεῖργεν.
2Ὁ δὲ Πειραιεὺς δῆμος μὲν ἦν ἐκ παλαιοῦ, πρότερον δὲ πρὶν ἢ Θεμιστοκλῆς Ἀθηναίοις ἦρξεν ἐπίνειον οὐκ ἦν· Φαληρὸν δέ—ταύτῃ γὰρ ἐλάχιστον ἀπέχει τῆς πόλεως ἡ θάλασσα—,
Attica, I.
Pausanias Description of Greece
Book I
Attica
I. On the Greek mainland facing the Cyclades Islands and the Aegean Sea the Sunium promontory stands out from the Attic land. When you have rounded the promontory you see a harbour and a temple to Athena of Sunium on the peak of the promontory. Farther on is Laurium, where once the Athenians had silver mines, and a small uninhabited island called the Island of Patroclus. For a fortification was built on it and a palisade constructed by Patroclus, who was admiral in command of the Egyptian men-of-war sent by Ptolemy, son of Ptolemy, son of Lagus, to help the Athenians, when Antigonus, son of Demetrius, was ravaging their country, which he had invaded with an army, andc. 267–263 b.c. at the same time was blockading them by sea with a fleet.
The Peiraeus was a parish from early times, though it was not a port before Themistocles became493 b.c. an archon of the Athenians. Their port was Phalerum, for at this place the sea comes nearest to