Oppian, Halieutica, or Fishing

LCL 219: 402-403

Go To Section
Go To Section
Tools

Oppian

ΑΛΙΕΥΤΙΚΩΝ ΤΟ Δ

Ἄλλους δ᾿ ἀγρευτῆρσιν ὑπήγαγε ληΐδα θήρης ὑγρὸς ἔρως· ὀλοῶν δὲ γάμων, ὀλοῆς τ᾿ Ἀφροδίτης ἠντίασαν, σπεύδοντες ἑὴν φιλοτήσιον ἄτην. ἀλλὰ σύ μοι, κάρτιστε πολισσούχων βασιλήων, αὐτός τ᾿, Ἀντωνῖνε, καὶ υἱέος ἠγάθεον κῆρ, 5πρόφρονες εἰσαΐοιτε καὶ εἰναλίῃσι γάνυσθε τερπωλαῖς, οἵῃσιν ἐμὸν νόον ἠπιόδωροι Μοῦσαι κοσμήσαντο καὶ ἐξέστεψαν ἀοιδῆς δώρῳ θεσπεσίῳ καί μοι πόρον ὑμετέροισι κίρνασθαι γλυκὺ νᾶμα καὶ οὔασι καὶ πραπίδεσσι.

Σχέτλι᾿ Ἔρως, δολομῆτα, θεῶν κάλλιστε μὲν ὄσσοις 10εἰσιδέειν, ἄλγιστε δ᾿ ὅτε κραδίην ὀροθύνεις, ἐμπίπτων ἀδόκητος, ὑπὸ φρένα δ᾿ ὥστε θύελλα μίσγεαι, ἀσθμαίνεις δὲ πυρὸς δριμεῖαν ὁμοκλήν, παφλάζων ὀδύνῃσι καὶ ἀκρήτοισιν ἀνίαις· 15δάκρυ δέ σοι προβαλεῖν λαρὸν γάνος ἠδ᾿ ἐσακοῦσαι βυσσόθεν οἰμωγὴν σπλάχνοις θ᾿ ὑπὸ θερμὸν ἔρευθος φοινίξαι χρωτός τε παράτροπον ἄνθος ἀμέρσαι ὄσσε τε κοιλῆναι παρά τε φρένα πᾶσαν ἀεῖραι μαινομένην· πολλοὺς δὲ καὶ ἐς μόρον ἐξεκύλισας, ὅσσοις χειμέριός τε καὶ ἄγριος ἀντεβόλησας 20λύσσαν ἄγων· τοίαις γὰρ ἀγάλλεαι εἰλαπίνῃσιν.

402

Halieutica, IV.

Halieutica, or Fishing IV

Other fishes doth tender love make for fishermen the spoil of their chase, and fatal mating they find and fatal their passion, hastening their own ruin through desire. But do thou, I pray thee, mightiest of kings who have cities in their keeping, both thyself, O Antoninusa and thy son of noble heart, graciously give ear and take pleasure in these delights of the sea wherewith the kindly Muses have furnished forth my mind and have crowned me with the gift divine of song and given me to mix a sweet draught for your ears and for your mind.

O cruel Love crafty of counsel, of all gods fairest to behold with the eyes, of all most grievous when thou dost vex the heart with unforeseen assault, entering the soul like a storm-wind and breathing the bitter menace of fire, with hurricane of anguish and untempered pain. The shedding of tears is for thee a sweet delight and to hear the deep-wrung groan; to inflame a burning redness in the heart and to blight and wither the bloom upon the cheek, to make the eyes hollow and to wrest all the mind to madness.b Many thou dost even roll to doom, even those whom thou meetest in wild and wintry sort, fraught with frenzy; for in such festivals is thy

403
DOI: 10.4159/DLCL.oppian-halieutica_fishing.1928