Nonnos, Dionysiaca

LCL 354: 200-201

Go To Section
Go To Section
Tools

Nonnos

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΙΚΟΣΤΟΝ ΤΡΙΤΟΝ

Εἰκοστῷ τριτάτῳ πεπερημένον Ἰνδὸν Ὑδάσπην καὶ κλόνον ὑδατόεντα καὶ αἰθαλόεντα λιγαίνω.

Ὣς φαμένη πατρῷον ἐδύσατο φοίνιον ὕδωρ Νηιὰς ὑδατόεσσα διάβροχος αἵματι Νύμφη. αὐτὰρ ὁ βάρβαρα φῦλα παρ᾿ ᾐόνας ἄορι τύπτων εἰς προχοὰς ἔτρεψε· διωκόμενοι δὲ σιδήρῳ 5δυσμενέες κτείνοντο φόβῳ στείνοντες Ὑδάσπην. καὶ πολὺς ἐν ῥοθίοισι πόδας καὶ χεῖρας ἑλίσσων νηχομένους μιμεῖτο, καὶ ἤθελε πότμον ἀλύξαι χερσὶν ἀπειρήτοις ποταμήια χεύματα τέμνων· ἀλλὰ ῥόῳ κεκάλυπτο· καὶ ὕδασιν ἄλλος ἐπ᾿ ἄλλῳ 10ἔγκυος οἰδαίνων διερῷ τυμβεύετο πότμῳ.

Οὐδ᾿ ἐπὶ δὴν παρὰ θῖνα φερεσσακέος ποταμοῖο πληθύι τοσσατίῃ φονίων κυκλούμενος Ἰνδῶν Αἰακὸς εἰσέτι μίμνεν, ἐπεὶ μογέοντι παρέστη Ἰνδοφόνος Διόνυσος ἀκαχμένα θύρσα τινάσσων. 15ἔνθα πολὺν στρατὸν ἄλλον ἀφειδέι δούρατι νύσσων Αἰακὸς ἐπρήνιξεν· ἐμαίνετο δ᾿ οἷά περ Ἄρης, σύνδρομος εὐθώρηκι κασιγνήτῳ Διονύσῳ.

Καὶ διερῇ Διόνυσος ὁμίλεε σύζυγι χάρμῃ ὑγρὸν ἐπ᾿ ἀντιβίοισι φέρων μόρον. εἰ δέ τις ἀνὴρ 20νήχετο δαιδαλέης ὑπὲρ ἀσπίδος οἴδματα τέμνων, νηχομένων κεράιξε μετάφρενον· εἰ δέ τις Ἰνδῶν

200

Dionysiaca, XXIII

Book XXIII

In the twenty-third I sing Indian Hydaspes crossed, and the affray of water and fire.

So spoke the Nymph, the Naiad of the waters, and soaked in blood plunged into the bloodstained water of her father. But Aiacos drove the barbarian hordes along the banks into the flood, striking with his sword; the enemy pursued by the steel died in their rout and choked the river Hydaspes. Many a one in the flood stretched legs and arms in the manner of swimmers, and tried to escape his fate by cutting the stream with inexperienced hands, yet he was swallowed in the water; one upon another swollen big with water there found a floating grave.

11 But Aiacos had not long to wait on the bank of the shieldstrewn river, surrounded by all that multitude of deadly foes, for Dionysos Indianslayer was beside him at his need, shaking the sharpened wand. Then Aiacos laid low a great host besides, piercing them with unsparing spear; furious as Ares he was by the side of his corseleted brother Dionysos.

18 Then Dionysos joined with him in the watery battle, and brought a drowning death to his foes. If some man swam by cutting through the waves on his wellmade shield, he thrust him through the back as he swam. If an Indian showed fight half under

201
DOI: 10.4159/DLCL.nonnos-dionysiaca.1940