Homer, Odyssey

LCL 104: 316-317

Go To Section
Go To Section
Tools

Odyssey

Ι

Τὸν δ᾿ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· “Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ τοιοῦδ᾿ οἷος ὅδ᾿ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν. 5οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι ἢ ὅτ᾿ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα, δαιτυμόνες δ᾿ ἀνὰ δώματ᾿ ἀκουάζωνται ἀοιδοῦ ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δ᾿ ἐκ κρητῆρος ἀφύσσων 10οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι· τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι. σοὶ δ᾿ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα εἴρεσθ᾿, ὄφρ᾿ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω· τί πρῶτόν τοι ἔπειτα, τί δ᾿ ὑστάτιον καταλέξω; 15κήδε᾿ ἐπεί μοι πολλὰ δόσαν θεοὶ οὐρανίωνες. νῦν δ᾿ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς εἴδετ᾿, ἐγὼ δ᾿ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων. εἴμ᾿ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν 20ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει. ναιετάω δ᾿ Ἰθάκην εὐδείελον· ἐν δ᾿ ὄρος αὐτῇ Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι

316

Book 9

Book 9

Then resourceful Odysseus answered him, and said: “Lord Alcinous, renowned above all men, truly this is a good thing, to listen to a minstrel such as this man is, like to the gods in voice. For myself I declare that there is no greater fulfillment of delight than when joy possesses a whole people, and banqueters in the halls listen to a minstrel as they sit side by side, and by them tables are laden with bread and meat, and the cupbearer draws wine from the bowl and bears it round and pours it into the cups. This seems to my mind a thing surpassingly lovely. But your heart is turned to ask of my grievous woes, that I may weep and groan the more. What, then, shall I tell you first, what last? For woes uncounted have the heavenly gods given me. First now will I tell my name, that you all also may know of it, and that I hereafter escaping the pitiless day of doom may be your host, far off though my home is. I am Odysseus, son of Laertes, known to all men for my stratagems, and my fame reaches the heavens. I dwell in clear-seen Ithaca; on it is a mountain, Neriton, covered with waving forests, conspicuous from afar; and round it lie

317
DOI: 10.4159/DLCL.homer-odyssey.1919