Tools

HESIOD

ΘΕΟΓΟΝΙΑ

Μουσάων Ἑλικωνιάδων ἀρχώμεθ’ ἀείδειν, αἵ θ’ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε, καί τε περὶ κρήνην ἰοειδέα πόσσ’ ἁπαλοῖσιν ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος· 5καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο ἠ’ Ἵππου κρήνης ἠ’ Ὀλμειοῦ ζαθέοιο ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο, καλοὺς ἱμερόεντας, ἐπερρώσαντο δὲ ποσσίν. ἔνθεν ἀπορνύμεναι κεκαλυμμέναι ἠέρι πολλῷ 10ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι, ὑμνεῦσαι Δία τ’ αἰγίοχον καὶ πότνιαν Ἥρην Ἀργείην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν, κούρην τ’ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην Φοῖβόν τ’ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν 15ἠδὲ Ποσειδάωνα γαιήοχον ἐννοσίγαιον καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τ’ Ἀφροδίτην Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην Λητώ τ’ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην Ἠῶ τ’ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην 20Γαῖάν τ’ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν ἄλλων τ’ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.

  • 19 ante 18 habent Π2S, ante 15 K, om. Π18L (exp. Hermann)
2

THEOGONY

THEOGONY

Let us begin to sing from the Heliconian Muses, who possess the great and holy mountain of Helicon, and dance on their soft feet around the violet-dark fountain and the altar of Cronus’ mighty son.1 And after they have washed their tender skin in Permessus or Hippocrene or holy Olmeius, they perform choral dances on highest Helicon, beautiful, lovely ones, and move nimbly with their feet. Starting out from there, shrouded in thick invisibility, by night they walk, sending forth their very beautiful voice, singing of aegis-holding Zeus, and queenly Hera of Argos, who walks in golden sandals, and the daughter of aegis-holding Zeus, bright-eyed Athena, and Phoebus Apollo, and arrow-shooting Artemis, and earth-holding, earth-shaking Poseidon, and venerated Themis (Justice) and quick-glancing Aphrodite, and golden-crowned Hebe (Youth) and beautiful Dione, and Leto and Iapetus and crooked-counseled Cronus, and Eos (Dawn) and great Helius (Sun) and gleaming Selene (Moon), and Earth and great Ocean and black Night, and the holy race of the other immortals who always are.

  • 1Zeus.
3
DOI: 10.4159/DLCL.hesiod-theogony.2018