Tools

Trojan Cycle

μονομαχήσας Ἀλεξάνδρωι κτείνει· καὶ τὸν νεκρὸν ὑπὸ Μενελάου καταικισθέντα ἀνελόμενοι θάπτουσιν οἱ Τρῶες. μετὰ δὲ ταῦτα Δηΐφοβος Ἑλένην γαμεῖ.

(3) καὶ Νεοπτόλεμον Ὀδυσσεὺς ἐκ Σκύρου ἀγαγὼν τὰ ὅπλα δίδωσι τὰ τοῦ πατρός· καὶ Ἀχιλλεὺς αὐτῶι φαντάζεται. Εὐρύπυλος δὲ ὁ Τηλέφου ἐπίκουρος τοῖς Τρωσὶ παραγίνεται <πολλὴν Μυσῶν δύναμιν ἄγων Ap.>, καὶ ἀριστεύοντα αὐτὸν ἀποκτείνει Νεοπτόλεμος. καὶ οἱ Τρῶες πολιορκοῦνται.

(4) καὶ Ἐπειὸς κατ᾿ Ἀθηνᾶς προαίρεσιν <ἀπὸ τῆς Ἴδης ξύλα τεμὼν Ap.> τὸν δούρειον ἵππον κατασκευάζει. Ὀδυσσεύς τε ἀικισάμενος ἑαυτὸν <καὶ πενιχρὰν στολὴν ἐνδὺς Ap.> κατάσκοπος εἰς Ἴλιον παραγίνεται· καὶ ἀναγνωρισθεὶς ὑφ᾿ Ἑλένης περὶ τῆς ἁλώσεως τῆς πόλεως συντίθεται, κτείνας τέ τινας τῶν Τρώων ἐπὶ τὰς ναῦς ἀφικνεῖται. καὶ μετὰ ταῦτα σὺν Διομήδει τὸ Παλλάδιον ἐκκομίζει ἐκ τῆς Ἰλίου.

(5) ἔπειτα εἰς τὸν δούρειον ἵππον τοὺς ἀρίστους ἐμβιβάσαντες, τάς τε σκηνὰς καταφλέξαντες οἱ λοιποὶ τῶν Ἑλλήνων <καὶ καταλιπόντες Σίνωνα, ὃς ἔμελλεν αὐτοῖς πυρσὸν ἀνάπτειν, τῆς νυκτὸς Ap.> εἰς Τένεδον ἀνάγονται. οἱ δὲ Τρῶες τῶν κακῶν ὑπολαβόντες ἀπηλλάχθαι τόν τε δούρειον ἵππον εἰς τὴν

122

Little Iliad

Machaon,28 and fights alone against Alexander and kills him. His body is mutilated by Menelaus, but then the Trojans recover it and give it burial. After this Deiphobus marries Helen.29

(3) And Odysseus30 fetches Neoptolemus from Scyros and gives him his father’s armor; and Achilles appears to him. Eurypylus the son of Telephus arrives to help the Trojans, <bringing a large force of Mysians,> and dominates the battlefield, but Neoptolemus kills him. The Trojans are penned in the city.

(4) Epeios, following an initiative of Athena’s, <fells timber from Ida> and constructs the wooden horse. Odysseus disfigures himself <and puts on pauper’s clothes> and enters Ilion to reconnoitre. He is recognized by Helen, and comes to an agreement with her about the taking of the city. After killing some Trojans, he gets back to the ships. After this he brings the Palladion31 out of Ilios with Diomedes.

(5) Then they put the leading heroes into the wooden horse. The rest of the Greeks burn their huts and <leaving Sinon behind, who was to light a torch signal for them, in the night> they withdraw to Tenedos. The Trojans, believing themselves rid of their troubles, take the wooden horse

123
DOI: 10.4159/DLCL.greek_epic_fragments_trojan_cycle_little_iliad.2003