Greek Anthology
3
Ἁ Κύπρις τὸν Ἔρωτα κατηφιόωντα προσηύδα· “Τίπτε τοι, ὦ τέκος, ἄλγος ἐπέχραεν;” ὃς δ᾿ ἀπάμειπτο· “Πιερίδες μοι μῆλα διήρπασαν ἄλλυδις ἄλλη, αἰνύμεναι κόλποιο, τὰ δὴ φέρον ἐξ Ἑλικῶνος. 5Κλειὼ μὲν μήλων πέμπτον λάβε· δωδέκατον δὲ Εὐτέρπη· ἀτὰρ ὀγδοάτην λάχε δῖα Θάλεια· Μελπομένη δ᾿ εἰκοστὸν ἀπαίνυτο· Τερψιχόρη δὲ τέτρατον· ἑρδομάτην δ᾿ Ἐρατὼ μετεκίαθε μοίρην· ἡ δὲ τριηκόντων με Πολύμνια νόσφισε μήλων, 10Οὐρανίη δ᾿ ἑκατόν τε καὶ εἴκοσι· Καλλιόπη δὲ βριθομένη μήλοισι τριηκοσίοισι βέβηκε. σοὶ δ᾿ ἄρα κουφοτέρῃσιν ἐγὼ σὺν χερσὶν ἱκάνω, πεντήκοντα φέρων τάδε λείψανα μῆλα θεάων.”
4.—Εἰς τὴν Αὐγείου κόπρον
Αὐγείην ἐρέεινε μέγα σθένος Ἀλκείδαο, πληθὺν βουκολίων διζήμενος· ὃς δ᾿ ἀπάμειπτο· “Ἀμφὶ μὲν Ἀλφειοῖο ῥοάς, φίλος, ἥμισυ τῶνδε· μοίρη δ᾿ ὀγδοάτη ὄχθον Κρόνου ἀμφινέμονται· 5δωδεκάτη δ᾿ ἀπάνευθε Ταραξίπποιο παρ᾿ ἱρόν· ἀμφὶ δ᾿ ἄρ᾿ Ἤλιδα δῖαν ἐεικοστὴ νεμέθονται· αὐτὰρ ἐν Ἀρκαδίῃ <γε> τριηκοστὴν προλέλοιπα· λοιπὰς δ᾿ αὖ λεύσσεις ἀγέλας τόδε πεντήκοντα.”
Book XIV
3.—Problem
Cypris thus addressed Love, who was looking downcast: “How, my child, hath sorrow fallen on thee?” And he answered: “The Muses stole and divided among themselves, in different proportions, the apples I was bringing from Helicon, snatching them from my bosom. Clio got the fifth part, and Euterpe the twelfth, but divine Thalia the eighth. Melpomene carried off the twentieth part, and Terpsichore the fourth, and Erato the seventh; Polyhymnia robbed me of thirty apples, and Urania of a hundred and twenty, and Calliope went off with a load of three hundred apples. So I come to thee with lighter hands, bringing these fifty apples that the goddesses left me.
Solution: 3360 (672 + 280 + 420 + 168 + 840 + 480 + 30 + 120 + 300 + 50).
4.—Problem
On the Dung of Augeas
Heracles the mighty was questioning Augeas, seeking to learn the number of his herds, and Augeas replied “About the streams of Alpheius, my friend, are the half of them; the eighth part pasture around the hill of Cronos, the twelfth part far away by the precinct of Taraxippus; the twentieth part feed in holy Elis, and I left the thirtieth part in Arcadia; but here you see the remaining fifty herds.”
Solution: 240 (120 + 30 + 20 + 12 + 8 + 50).