Tools

Callistratus: Descriptions

ε΄ ΕΙΣ ΤΟ ΤΟΥ ΝΑΡΚΙΣΣΟΥ ΑΓΑΛΜΑ

(1) Ἄλσος ἦν καὶ ἐν αὐτῷ κρήνη πάγκαλος 15ἐκ μάλα καθαροῦ τε καὶ διαυγοῦς ὕδατος, εἱστήκει δὲ ἐπ᾿ αὐτῇ Νάρκισσος ἐκ λίθου πεποιημένος. παῖς ἦν, μᾶλλον δὲ ἠίθεος, ἡλικιώτης Ἐρώτων, ἀστραπὴν οἷον ἐξ αὐτοῦ τοῦ σώματος ἀπολάμπων κάλλους. ἦν δὲ τοιόνδε τὸ σχῆμα· κόμαις ἐπιχρύσοις 20ἤστραπτεν κατὰ μὲν τὸ μέτωπον τῆς τριχὸς ἑλισσομένης εἰς κύκλον, κατὰ δὲ τὸν αὐχένα κεχυμένης εἰς νῶτα, ἔβλεπε δὲ οὐκ ἀκράτως γαῦρον οὐδὲ ἱλαρὸν καθαρῶς· ἐπιπεφύκει γὰρ ἐν τοῖς ὄμμασιν ἐκ τῆς τέχνης καὶ λύπη, 25ἵνα μετὰ τοῦ Ναρκίσσου καὶ τὴν τύχην ἡ εἰκὼν μιμῆται. (2) Ἔσταλτο δὲ ὥσπερ οἱ Ἔρωτες, οἷς καὶ τῆς ὥρας τὴν ἀκμὴν προσείκαστο. σχῆμα δὲ ἦν τὸ κοσμοῦν τοιόνδε· πέπλος λευκανθὴς ὁμόχρως τῷ σώματι τοῦ λίθου περιθέων εἰς 30κύκλον, κατὰ τὸν δεξιὸν ὦμον περονηθεὶς ὑπὲρ γόνυ καταβαίνων ἐπαύετο μόνην ἀπὸ τοῦ πορπήματος ἐλευθερῶν τὴν χεῖρα. οὕτω δὲ ἦν ἁπαλὸς 427 K.καὶ πρὸς πέπλου γεγονὼς μίμησιν, ὡς καὶ τὴν

390
DOI: 10.4159/DLCL.callistratus-descriptions_5_statue_narcissus.1931