Basil, Letters

LCL 190: 52-53

Go To Section
Go To Section
Tools

Collected Letters of Saint Basil

Πρὸς δὲ τοὺς ἐπηρεάζοντας ἡμῖν τὸ τρίθεον, ἐκεῖνο λεγέσθω, ὅτιπερ ἡμεῖς ἕνα Θεόν, οὐ τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει ὁμολογοῦμεν. πᾶν γὰρ ὃ ἓν ἀριθμῷ λέγεται, τοῦτο οὐχ ἓν ὄντως οὐδ᾿ ἁπλοῦν τῇ φύσει ἐστίν· ὁ δὲ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος παρὰ πᾶσιν ὁμολογεῖται. οὐκ ἄρα εἷς ἀριθμῷ ἐστὶν ὁ Θεός. ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. ἓν ἀριθμῷ τὸν κόσμον εἶναί φαμεν, ἀλλ᾿1 οὐχ ἕνα τῇ φύσει, ἀλλ᾿ οὐδ᾿ ἁπλοῦν τινὰ τοῦτον· τέμνομεν γὰρ αὐτὸν εἰς τὰ ἐξ ὧν συνέστηκε στοιχεῖα, εἰς πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν. πάλιν ὁ ἄνθρωπος εἷς ἀριθμῷ ὀνομάζεται· ἕνα γὰρ ἄνθρωπον πολλάκις λέγομεν.2 ἀλλ᾿ οὐχ ἁπλοῦς τις οὗτός ἐστιν, ἐκ σώματος καὶ ψυχῆς συνεστώς. ὁμοίως δὲ καὶ ἄγγελον ἕνα ἀριθμῷ ἐροῦμεν, ἀλλ᾿ οὐχ ἕνα τῇ φύσει οὐδὲ ἁπλοῦν· οὐσίαν γὰρ μεθ᾿3 ἁγιασμοῦ τὴν τοῦ ἀγγέλου ὑπόστασιν ἐννοοῦμεν. εἰ τοίνυν πᾶν τὸ ἓν ἀριθμῷ ἓν τῇ φύσει οὔκ ἐστι, καὶ τὸ ἓν τῇ φύσει καὶ ἁπλοῦν ἓν ἀριθμῷ οὔκ ἐστιν, ἡμεῖς δὲ λέγομεν ἕνα τῇ φύσει Θεόν, πῶς ἐπεισάγουσιν ἡμῖν τὸν ἀριθμόν, αὐτὸν πάντη ἡμῶν ἐξοριζόντων τῆς μακαρίας ἐκείνης καὶ νοητῆς φύσεως; ὁ γὰρ ἀριθμός ἐστι τοῦ ποσοῦ, τὸ δὲ ποσὸν τῇ σωματικῇ φύσει συνέζευκται· ὁ γὰρ ἀριθμὸς τῆς σωματικῆς φύσεως. σωμάτων δὲ δημιουργὸν τὸν Κύριον ἡμῶν εἶναι πεπιστεύκαμεν. διὸ καὶ πᾶς ἀριθμὸς ἐκεῖνα σημαίνει τὰ ἔνυλον καὶ περιγραπτὴν ἔχειν λαχόντα τὴν φύσιν, ἡ δὲ μονὰς καὶ ἑνὰς τῆς ἁπλῆς καὶ ἀπεριλήπτου οὐσίας ἐστὶ σημαντική. ὁ τοίνυν ἀριθμὸν ἢ κτίσμα ὁμολογῶν

52
DOI: 10.4159/DLCL.basil-letters.1926