Tools

Greek Lyric

3 Hdt. 1.23s.

ἐτυράννευε δὲ ὁ Περίανδρος Κορίνθου· τῷ δὴ λέγουσι Κορίνθιοι (ὁμολογέουσι δέ σφι Λέσβιοι) ἐν τῷ βίῳ θῶμα μέγιστον παραστῆναι, Ἀρίονα τὸν Μηθυμναῖον ἐπὶ δελφῖνος ἐξενειχθέντα ἐπὶ Ταίναρον, ἐόντα κιθαρῳδὸν τῶν τότε ἐόντων οὐδενὸς δεύτερον, καὶ διθύραμβον πρῶτον ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν ποιήσαντά τε καὶ ὀνομάσαντα καὶ διδάξαντα ἐν Κορίνθῳ. τοῦτον τὸν Ἀρίονα λέγουσι, τὸν πολλὸν τοῦ χρόνου διατρίβοντα παρὰ Περιάνδρῳ, ἐπιθυμῆσαι πλῶσαι ἐς Ἰταλίην τε καὶ Σικελίην, ἐργασάμενον δὲ χρήματα μεγάλα θελῆσαι ὀπίσω ἐς Κόρινθον ἀπικέσθαι. ὁρμᾶσθαι μέν νυν ἐκ Τάραντος, πιστεύοντα δὲ οὐδαμοῖσι μᾶλλον ἢ Κορινθίοισι μισθώσασθαι πλοῖον ἀνδρῶν Κορινθίων· τοὺς δὲ ἐν τῷ πελάγει ἐπιβουλεύειν τὸν Ἀρίονα ἐκβαλόντας ἔχειν τὰ χρήματα· τὸν δὲ συνέντα τοῦτο λίσσεσθαι, χρήματα μέν σφι προϊέντα, ψυχὴν δὲ παραιτεόμενον. οὐκ ὦν δὴ πείθειν αὐτὸν τούτοισι, ἀλλὰ κελεύειν τοὺς πορθμέας ἢ αὐτὸν διαχρᾶσθαί μιν, ὡς ἂν ταφῆς ἐν γῇ τύχῃ, ἢ ἐκπηδᾶν ἐς τὴν θάλασσαν τὴν ταχίστην. ἀπειληθέντα δὲ τὸν Ἀρίονα ἐς ἀπορίην παραιτήσασθαι, ἐπειδή σφι οὕτω δοκέοι, περιιδεῖν αὐτὸν ἐν τῇ σκευῇ πάσῃ στάντα ἐν τοῖσι ἑδωλίοισι ἀεῖσαι· ἀείσας δὲ ὑπεδέκετο ἑωυτὸν κατεργάσεσθαι. καὶ τοῖσι ἐσελθεῖν γὰρ ἡδονὴν εἰ μέλλοιεν ἀκούσεσθαι τοῦ ἀρίστου ἀνθρώπων ἀοιδοῦ, ἀναχωρῆσαι ἐκ τῆς πρύμνης

18

Arion

3 Herodotus, The Histories

Periander was tyrant1 of Corinth. According to the Corinthians, with whom the Lesbians2 agree in the matter, a most astonishing thing happened during his life; Arion of Methymna was carried safely to Taenarum3 on the back of a dolphin. This Arion was the foremost cithara-singer of his time and the first man that we know of to compose a dithyramb, give it a title and produce it in Corinth.

He had spent the greater part of his life, they say, at the court of Periander when he felt the urge to sail to Italy and Sicily. After making a great fortune there, he decided to return to Corinth.4 So he set out from Tarentum, chartering a Corinthian ship, since he had more confidence in Corinthians than in any others; but when they were on the open sea the crew plotted to throw Arion overboard and keep his money. When he realised what they were up to, he implored them to take the money but spare his life. It was no good: the sailors told him either to commit suicide and so get burial on land or to jump into the sea immediately. Seeing that their minds were made up, Arion at his wits’ end asked permission to stand in full costume on the stern-benches and perform a song, promising to take his own life when he had done so. The crew were delighted at the chance of hearing the finest singer in the world and moved to the middle of the ship to make room for him in the

19
DOI: 10.4159/DLCL.arion-testimonia.1991