Tools

Appian’s Roman History, Book XII

Μ΄

ΜΙΘΡΙΔΑΤΕΙΟΣ

Ι

CAP. I1. Θρᾷκας Ἕλληνες ἡγοῦνται, τοὺς ἐς Ἴλιον μετὰ Ῥήσου στρατεύσαντας, Ῥήσου νυκτὸς ὑπὸ Διομήδους ἀναιρεθέντος ὃν τρόπον Ὅμηρος ἐν τοῖς ἔπεσι φράζει, φεύγοντας ἐπὶ τοῦ Πόντου τὸ στόμα, ᾗ στενώτατός ἐστιν ἐς Θρᾴκην ὁ διάπλους, οἱ μὲν οὐκ ἐπιτυχόντας πλοίων τῇδε καταμεῖναι καὶ τῆς γῆς κρατῆσαι Βεβρυκίας λεγομένης, οἱ δὲ περάσαντας ὑπὲρ τὸ Βυζάντιον ἐς τὴν Θρᾳκῶν τῶν Βιθυνῶν λεγομένων παρὰ Βιθύαν ποταμὸν οἰκῆσαι, καὶ λιμῷ πιεσθέντας ἐς Βεβρυκίαν αὖθις ἐπανελθεῖν, καὶ Βιθυνίαν ἀντὶ Βεβρυκίας, ἀπὸ τοῦ ποταμοῦ παρ᾿ ὃν ᾤκουν, ὀνομάσαι, ἢ καὶ τὸ ὄνομα αὐτοῖς ἀλόγως σὺν χρόνῳ παρατραπῆναι, οὐκ ἐς πολὺ τῆς Βιθυνίας παρὰ τὴν Βεβρυκίαν διαφερούσης. ὧδε μὲν ἔνιοι νομίζουσιν, ἕτεροι δὲ Βίθυν ἄρξαι πρῶτον αὐτῶν, παῖδα Διός τε καὶ Θρᾴκης, οὓς ἐπωνύμους ἑκατέρᾳ γῇ γενέσθαι.

2. Τάδε μὲν οὖν μοι προλελέχθω περὶ Βιθυνίας· τῶν δὲ πρὸ Ῥωμαίων αὐτῆς βασιλέων, ἐννέα καὶ τεσσαράκοντα ἐφεξῆς γενομένων, ὅτου μοι μάλιστα μνημονεῦσαι προήκει τὰ Ῥωμαίων

240

The Mithridatic Wars

Book XII

The Mithridatic Wars

I

1. The Greeks think that the Thracians whoCHAP. I marched to the Trojan war with Rhesus, who was killed by Diomedes in the night-time in the manner described in Homer’s poems,1 fled to the outlet of the Euxine sea at the place where the crossing to Thrace is shortest. Some say that as they found no ships they remained there and possessed themselves of the country called Bebrycia. Others say that they crossed over to the country beyond Byzantium called Thracian Bithynia and settled along the river Bithya, but were forced by hunger to return to Bebrycia; to which they gave the name of Bithynia from the river where they had previously dwelt; or perhaps the name was changed by them insensibly with the lapse of time, as there is not much difference between Bithynia and Bebrycia. So some think. Others say that their first ruler was Bithys, the son of Zeus and Thrace, and that the two countries received their names from them.

2. So much by way of preface concerning Bithynia. Of the forty-nine kings who successively ruled the country before the Romans, the one most worthy of my mention, in writing Roman history, is Prusias,

241
DOI: 10.4159/DLCL.appian-roman_history_book_xii_mithridatic_wars.1912