Tools

Appian’s Roman History, Book XI

CAP. Xκαὶ ἐπιπόνως ἐβασίλευσε, καὶ ἑβδομηκοντούτης ὢν στρατευόμενος καὶ μαχόμενος ἔπεσεν. εὐθὺς δ᾿ ἐπαναιρεθέντος αὐτῷ τοῦ Σελεύκου, κείμενον τὸ σῶμα τοῦ Λυσιμάχου κύων οἰκεῖος, ἐς πολὺ ὑπερμαχῶν, ἀλύμαντον ἐξ ὀρνέων καὶ θηρίων διεφύλασσε, μέχρι Θώραξ ὁ Φαρσάλιος εὑρὼν ἔθαψεν. οἱ δὲ Ἀλέξανδρόν φασι θάψαι, τὸν αὐτοῦ Λυσιμάχου παῖδα, φυγόντα μὲν ὑπὸ δέους πρὸς Σέλευκον ὅτε Λυσίμαχος Ἀγαθοκλέα τὸν ἕτερον αὐτοῦ παῖδα ἀνεῖλεν, ἐρευνησάμενον δὲ ἐν τῷ τότε τὸ σῶμα, καὶ ἐκ τοῦ κυνὸς μάλιστα ἀνευρόντα ἤδη διεφθαρμένον. τὰ δὲ ὀστᾶ τοὺς Λυσιμαχέας ἐνθέσθαι τῷ σφετέρῳ ἱερῷ, καὶ τὸ ἱερὸν Λυσιμάχείον προσαγορεῦσαι.

XI

CAP. XIΤοιόνδε μὲν δὴ τέλος ἑκατέρῳ τῶνδε τῶν βασιλέων συνηνέχθη, ἀνδρειοτάτων τε καὶ τὰ σώματα μεγίστων γενομένων, τοῦ μὲν ἐς ἑβδομήκοντα ἔτη, τοῦ δὲ ἐς πλέονα τούτων ἔτι ἄλλα τρία, μεμαχημένων ἐκ χειρὸς οἰκείας ἀεὶ μέχρι τοῦ θανάτου.

65. Σελεύκου δ᾿ ἀποθανόντος διάδοχοι, παῖς παρὰ πατρὸς ἐκδεχόμενοι τὴν Σύρων ἀρχήν, ἐγένοντο οἵδε, Ἀντίοχος μὲν πρῶτος ὅδε ὁ τῆς μητρυιᾶς ἐρασθείς, ὃς καὶ σωτὴρ ἐπεκλήθη Γαλάτας ἐκ τῆς Εὐρώπης ἐς τὴν Ἀσίαν ἐσβαλόντας, ἐξελάσας, δεύτερος δὲ Ἀντίοχος ἕτερος, ἐκ τῶνδε τῶν γάμων γενόμενος, ὅτῳ θεὸς ἐπώνυμον ὑπὸ Μιλησίων γίγνεται πρῶτον, ὅτι αὐτοῖς Τίμαρχον τύραννον καθεῖλεν. ἀλλὰ τόνδε μὲν

228
DOI: 10.4159/DLCL.appian-roman_history_book_xi_syrian_wars.1912