Tools

Appian’s Roman History, Book VII

Η΄

ΑΝΝΙΒΛΙΚΗ

I

cap. i1. Ὅσα δὲ Ἀννίβας ὁ Καρχηδόνιος ἐξ Ἰβηρίας ἐς Ἰταλίαν ἐσβαλών, ἑκκαίδεκα ἔτεσιν οἷς ἐπέμεινε πολεμῶν, ἔδρασέ τε καὶ ἔπαθεν ὑπὸ Ῥωμαίων, ἕως αὐτὸν Καρχηδόνιοί τε κινδυνεύοντες περὶ τῇ πόλει ἐπὶ τὰ σφέτερα μετεπέμψαντο καὶ Ῥωμαῖοι τῆς Ἰταλίας ἐξήλασαν, ἥδε ἡ γραφὴ δηλοῖ. ἥ τις δὲ τῷ Ἀννίβᾳ γέγονε τῆς ἐσβολῆς αἰτία τε ἀληθὴς καὶ πρόφασις ἐς τὸ φανερόν, ἀκριβέστατα μὲν ἐν τῇ Ἰβηρικῇ συγγραφῇ δεδήλωται, συγγράψω δὲ καὶ νῦν ὅσον ἐς ἀνάμνησιν.

2. Ἀμίλχαρ ᾧ Βάρκας ἐπικλησις ἦν, Ἀννίβου τοῦδε πατήρ, ἐστρατήγει Καρχηδονίων ἐν Σικελίᾳ, ὅτε Ῥωμαῖοι καὶ Καρχηδόνιοι περὶ αὐτῆς ἀλλήλοις ἐπολέμουν. δόξας δὲ πρᾶξαι κακῶς ὑπὸ τῶν ἐχθρῶν ἐδιώκετο, καὶ δεδιὼς ἔπραξεν ἐς τοὺς Νομάδας αἱρεθῆναι στρατηγὸς πρὸ τῶν εὐθυνῶν. γενόμενος δὲ χρήσιμος ἐν τῷδε, καὶ τὴν στρατιὰν θεραπεύσας ἁρπαγαῖς καὶ δωρεαῖς, ἤγαγεν ἄνευ τοῦ κοινοῦ Καρχηδονίων ἐπὶ Γάδειρα, καὶ ἐπέρασε τὸν πορθμὸν ἐς Ἰβηρίαν, ὅθεν λάφυρα πολλὰ

304

The Hannibalic War

Book VII

The Hannibalic War

I

1. What Hannibal the Carthaginian did to, andchap. i suffered from, the Romans during the sixteen years that he persisted in war against them, from his first march from Spain to Italy until he was recalled by the Carthaginians (their own city being in danger), and driven out by the Romans, this book will show. What Hannibal’s real reasons for that invasion were, as well as his public pretext, have been very clearly set forth in my Spanish history, yet I shall mention them here by way of reminder.

2. Hamilcar, surnamed Barca, the father of thisHamilcar Barca Hannibal, was the commander of the Carthaginian forces in Sicily when they contended with the Romans for the possession of that island. Being prosecuted by his enemies on a charge of maladministration, and fearing a conviction, he managed to get himself chosen general against the Numidians before the time of rendering his accounts. Having proved useful in this war and having secured the favour of the army by plunder and largesses, he passed over the straits into Spain and made an expedition against Gades without the authority of Carthage. From

305
DOI: 10.4159/DLCL.appian-roman_history_book_vii_hannibalic_war.1912