Tools

Apollodorus

τὸ ἴδιον ἐπέσκεπε σῶμα. Πολυβώτης δὲ διὰ τῆς θαλάσσης διωχθεὶς ὑπὸ τοῦ Ποσειδῶνος ἧκεν εἰς Κῶ· Ποσειδῶν δὲ τῆς νήσου μέρος ἀπορρήξας ἐπέρριψεν αὐτῷ, τὸ λεγόμενον Νίσυρον. Ἑρμῆς δὲ τὴν Ἄιδος κυνῆν ἔχων κατὰ τὴν μάχην Ἱππόλυτον ἀπέκτεινεν, Ἄρτεμις δὲ †Γρατίωνα,1 μοῖραι δ᾿ Ἄγριον καὶ Θόωνα χαλκέοις ῥοπάλοις μαχόμεναι2 τοὺς δὲ ἄλλους κεραυνοῖς Ζεὺς βαλὼν διέφθειρε· πάντας δὲ Ἡρακλῆς ἀπολλυμένους ἐτόξευσεν.

3Ὡς δ᾿ ἐκράτησαν οἱ θεοὶ τῶν Γιγάντων, Γῆ μᾶλλον χολωθεῖσα μίγνυται Ταρτάρῳ, καὶ γεννᾷ Τυφῶνα ἐν Κιλικίᾳ,3 μεμιγμένην ἔχοντα φύσιν ἀνδρὸς καὶ θηρίου. οὗτος μὲν καὶ μεγέθει καὶ δυνάμει πάντων διήνεγκεν ὅσους ἐγέννησε Γῆ, ἦν δὲ αὐτῷ τὰ μὲν ἄχρι μηρῶν ἄπλετον μέγεθος ἀνδρόμορφον, ὥστε ὑπερέχειν μὲν πάντων τῶν ὀρῶν, ἡ δὲ κεφαλὴ πολλάκις καὶ τῶν ἄστρων ἔψαυε· χεῖρας δὲ εἶχε τὴν μὲν ἐπὶ τὴν ἑσπέραν ἐκτεινομένην τὴν δὲ ἐπὶ τὰς ἀνατολάς· ἐκ τούτων4

46

The Library I

the fight.1 Polybotes was chased through the sea by Poseidon and came to Cos; and Poseidon, breaking off that piece of the island which is called Nisyrum, threw it on him.2 And Hermes, wearing the helmet of Hades,3 slew Hippolytus in the fight, and Artemis slew Gration. And the Fates, fighting with brazen clubs, killed Agrius and Thoas. The other giants Zeus smote and destroyed with thunderbolts and all of them Hercules shot with arrows as they were dying.

When the gods had overcome the giants, Earth, still more enraged, had intercourse with Tartarus and brought forth Typhon in Cilicia,4 a hybrid between man and beast. In size and strength he surpassed all the offspring of Earth. As far as the thighs he was of human shape and of such prodigious bulk that he out-topped all the mountains, and his head often brushed the stars. One of his hands reached out to the west and the other to the east, and from

47
DOI: 10.4159/DLCL.apollodorus_mythographer-library.1921